ΒΥΖΑΝΤΙΝΟΊ ΎΜΝΟΙ ΘΕΟΦΑΝΕΊΩΝ, ΠΕΡΙΚΛΉΣ ΗΛ. ΝΤΑΛΙΆΝΗΣ

από | Ιαν 6, 2025 | Αγία Τριάδα, Άγιο Όρος & Πατριαρχεία, Άγιοι Προπάτορες, Άγιοι Προφήτες, Άγιοι Πρωτομάρτυρες, Άγιον Πνεύμα, Άγιος Γρηγόριος Παλαμάς και Ησυχασμός, Βυζαντινή Αυτοκρατορία, Βυζαντινή Μουσική, Θεοφάνεια, Κύριε Ιησού Χριστέ Υιέ του Θεού, δια Πρεσβειών της Παναχράντου σου Μητρός και πάντων σου των Αγίων, ελέησον ημάς τους αμαρτωλούς, Μεγάλος Αγιασμός, Μέγας Αθανάσιος - Χριστούγεννα, Ορθόδοξη Αγιολογία, Ορθόδοξη Απολογητική Θεολογία, Ορθόδοξη Άσκηση, Ορθόδοξη Δογματική Θεολογία, Ορθόδοξη Εκκλησιολογία, Ορθόδοξη ερμηνευτική, Ορθόδοξη Εσχατολογία, Ορθόδοξη Ιεραποστολή, Ορθόδοξη Ιεροσύνη, Ορθόδοξη Οικογένεια, Ορθόδοξη Ομολογία, Ορθόδοξη Πίστη, Ορθόδοξη προσευχή, Ορθόδοξη Υμνολογία, Ορθόδοξη χριστιανική Θρησκειολογία, Πολυπολιτισμικότητα και Αποχριστιανοποίηση της Ευρώπης, Πρωτοχριστιανικοί Διωγμοί, Τρισάγιος Ύμνος, Υπακοή και Ορθόδοξη Ανυπακοή, Χριστιανική Αγάπη και Ειρήνη, Χριστιανική εγκράτεια, Χριστιανική Ηθική, Χριστιανική πίστη, Χριστιανισμός & Ειδωλολατρία, Χριστιανισμός και φιλοσοφία | 0 Σχόλια

Φωνή Κυρίου επί των Υδάτων
Δοξαστικό Προς την φωνή του Βοώντος εν τη Έρήμο
Φώς εκ φωτός
Εν Ιορδάνη
Φως εκ φωτός

ΒΥΖΑΝΤΙΝΟΊ ΎΜΝΟΙ ΘΕΟΦΑΝΕΊΩΝ, ΨΆΛΛΕΙ Ο ΠΕΡΙΚΛΉΣ ΗΛ. ΝΤΑΛΙΆΝΗΣ

Αίνοι. Ἦχος α΄
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ·Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἦχος α’
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.

Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἦχος ὁ αὐτὸς
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος ὁ αὐτὸς
Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος ὁ αὐτὸς
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται· ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον· διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα· διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται· θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος ὁ αὐτὸς
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια· καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν· καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν· Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ΑΊΝΟΙ ΘΕΟΦΑΝΕΊΩΝ “ΦΩΣ ΕΚ ΦΩΤΌΣ”, “ΠΩΣ ΣΕ ΧΡΙΣΤΈ”, “ΤΟ ΑΛΗΘΙΝΌ ΦΩΣ ΕΠΕΦΑΝΗ”, ΉΧΟΣ.Α’ Περικλής Ηλ. Νταλιάνη

ΠΕΡΙΦΟΡΆ ΣΤΑΎΡΟΥ ΘΕΟΦΑΝΕΊΩΝ, ΠΕΙΡΑΙΆΣ 2025
Print Friendly, PDF & Email
ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

Συντάκτης

0 Σχόλια

Υποβάλετε ένα Σχόλιο

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *