Η ΟΡΘΟΔΟΞΗ ΑΠΕΙΚΟΝΙΣΗ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ


14-08-2022
† ΟΡΘΡΟΣ Θ΄ ΚΥΡΙΑΚΗΣ
† Μνήμη Προεόρτια τῆς Κοιμήσεως τῆς
Ὑπεραγίας Θεοτόκου
καὶ ἀειπαρθένου Μαρίας,
καὶ μνήμη τοῦ Ἁγίου
Προφήτου Μιχαίου.
Ἦχος πλ. δ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ.δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν
ὀνόματι Κυρίου.
Στίχ, α
΄. Ἐξομολογεῖσθε τῷ
Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν
αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ,β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ, γ
΄. Παρὰ Κυρίου ἐγένετο
αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον,
ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν·
ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε
δόξα σοι.
Δόξα Πατρὶ… το αὐτὸ.
Καὶ νῦν…
Ἀπολυτίκιον Προεόρτιον
Ἦχος δ’
Ταχὺ προκατάλαβε
Λαοὶ προσκιρτήσατε, χεῖρας
κροτοῦντες πιστῶς, καὶ πόθῳ
ἀθροίσθητε, σήμερον χαίροντες,
καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες
ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ
Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς
τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν
ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
Ἦχος πλ. δ΄.
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν
ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς
Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι·
Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ
εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ
γένος τῶν ἀνθρώπων.
Δόξα Πατρί…
Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ
μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ,
ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ
θείου σώματος, ἐν αὐτῷ κατακείμενα, καὶ πιστεύσας ἐβόησε·
Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις

ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν…
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα τῆς Θεοτόκου
Ἦχος γ’ Τὴν ὡραιότητα
Εἰς τὰ οὐράνια, μετὰ τὴν κοίμησιν, ἀνῆλθες Πάναγνε, ψυχῇ καὶ
σώματι, τοῦ σοῦ Υἱοῦ θεοπρεπῶς,
ἄνωθεν καταβάντος, τὸν δὲ ἐφορμήσαντα, ἀνατρέψαι σὸν φέρετρον,
ἀνοσιουργότροπον, θεία δίκη
ἐπέταξε. Διὸ σὺν τῷ Ἀγγέλῳ
βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὴν β´ Στιχολογίαν, ἕτἮχος πλ. δ΄.
Ἄνθρωποι τὸ μνήμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν
λίθον, ἐκτὴς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ
νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο
τοὶς Μαθηταῖς σου ἐν Σιών, Ὅτι
ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ
διελύθη τὰ δεσμὰ τοῦ θανάτου.
Κύριε δόξα σοί.
Δόξα Πατρί…
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες
κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ
τοῦ τάφου ἤκουον, Παύσασθε τῶν
δακρύων, καὶ ἀντὶ λύπης χαρὰν
κομίσασθε, κράξατε ἀνυμνοῦσαι,
ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ
εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ
γένος τῶν ἀνθρώπων.
Καὶ νῦν…
Μετὰ τὴν β΄ Στιχολογίαν
Κάθισμα τῆς Θεοτόκου
Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ
Σὲ χερσὶ τοῦ δι’ ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν
ψυχήν, ὡς πλαστουργός σου καὶ
Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον
μετέστησεν· ὅθεν νῦν σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ
ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες
κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν
μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.
Τὰ Ἀναστάσιμα Εὐλογητάρια.
Ἦχος πλ. α’
Στίχ. Εὐλογητὸς εἶ, Κύριε,
δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ
τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου
πάντας ἐλευθερώσαντα.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε,
δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς
δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ
ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος,
προσεφθέγγετο ταῖς Μυροφόροις,
Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε,
ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε,
δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον,
πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι,
ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς
πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε,
δίδαξόν με τὰ δικαιώματά σου

Μυροφόροι γυναῖκες, μετὰ
μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά
σου Σῶτερ, ἐνηχοῦντο Ἀγγέλου
πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ
νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς
Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρί… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν
τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ
τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ,
κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος
εἶ, Κύριε.
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω
Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης
παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε
πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι ηὐλόγηταί σου…
Ἡ Ὑπακοή.Ἦχος πλ. δ’.
Αἱ Μυροφόροι τοῦ Ζωοδότου
ἐπιστᾶσαι τῶ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν
ἀθάνατον, καὶ χαρὰς εὐαγγέλια, ἐκ
τοῦ, Ἀγγέλου δεξάμεναι, τοὶς Ἀποστόλοις ἐμήνυον. Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῶ κόσμω τὸ
μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α´
Ἐκ νεότητός μου ὁ ἐχθρὸς μὲ
πειράζει, ταὶς ἡδοναὶς φλέγει
με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ
Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς
χόρτος, συγκόψει γὰρ Χριστός,
αὐχένας αὐτῶν, τομὴ βασάνων.
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, τὸ ζὴν τὰ
πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας,
σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῶ
Λόγῳ.
Ἀντίφωνον Β´
Ἡ καρδία μου τῶ φόβω σου
σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ
ὑψωθεῖσα ἀποπέση, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς
ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ
πάντα κρινεῖ καὶ κολάσει.
Δόξα Πατρί…Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, πᾷς τὶς θεῖος
βλέπει καὶ προλέγει, τερατουργεῖ
ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων,
εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ
θεῖον.
Ἀντίφωνον Γ´
Ἐκέκραξά σοὶ Κύριε, πρόσχες,
κλίνόν μοὶ τὸ οὖς σου βοῶντι, καὶ
κάθαρον πρὶν ἄρης με, ἀπὸ τῶν
ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γήν,
δύνων πᾷς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα Πατρί…Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς
τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ
οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ

Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ´
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν,
ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα;
ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο
ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ
κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει
μὴ δεῖν φροντίζειν.
Δόξα Πατρί…Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ,
πάντα ἔχεται εἰρηνοβραβεύτως΄
Θεὸς τοῦτο γὰρ ἐστι, Πατρί τε καὶ
Υἱῷ, ὁμοούσιον κυρίως.
Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν
αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν
καὶ γενεάν.
Βασιλεύσει Κύριος εἰς τὸν
αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν
καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν
Κύριον.
Βασιλεύσει Κύριος εἰς τὸν
αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν
καὶ γενεάν.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
Ἦχος β΄.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ
Τῷ
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον,
Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ,
προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου
Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς
σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά
σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ
πιστοί, προσκυνήσωμεν τὴν τοῦ
Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ
γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ
ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς
εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν
τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν
γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ
θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ
μέγα ἔλεός σου καὶ κατὰ τὸ
πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς
ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας
μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως
ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις
ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ
ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ
εὐφροσύνην ἀγαλλιάσονται ὀστέα
τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου
ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας
τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ
ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ
προσώπου σου καὶ τὸ Πνεῦμα σου
τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ
σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ
Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ
τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα
ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ
σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω
τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν
με ὁ Θεός.
Δόξα Πατρὶ… Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις
Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν
ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ
τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ
τάφου, καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.(δ΄)
Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ᾨδὴ α
΄.
Ἦχος πλ. δ΄. Ὁ Εἱρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσα ποτέ, Μωσαϊκὴ
ῥάβδος, σταυροτύπως πλήξασα,
καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ
φυγάδα, πεζὸν ὁδίτην διέσωσεν,
ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει
σου, Κύριε.
Τὴν παντοδύναμον Χριστοῦ
θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ
μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς
ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν
ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ
τάφου ἀΐδιον.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει
σου, Κύριε.
Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ
Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ
τηλαυγῆ φέρων, τῆς ἐμφύτου
σύμβολα, ἀΰλου καθαρότητος, τῇ
μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς
ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ
Κύριος.
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς. Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν
Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ
δὲ διαμείνασα, Θεοτόκε Παρθένε,
διό σε πάντες γεραίρομεν, τὴν
μετὰ Θεὸν προστασίαν ἡμῶν
Τοῦ Μηναίου
Κανόνες
Κανὼν Προεόρτιος
ᾨδὴ α’
Ἦχος πλ. δ’. ᾌσωμεν τῷ Κυρίῳ…
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον
ἡμᾶς.
ᾌσωμεν τῷ Κυρίῳ, τῷ ἐν χώρᾳ
ζώντων μεταστήσαντι, τὴν αὐτοῦ
κατὰ σάρκα, Παναγίαν Μητέρα
τὴν ἄχραντον.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον
ἡμᾶς.
Ἵνα τὸ κάλλος βλέπῃς, καὶ καταπολαύῃς ὡραιότητος, τοῦ Υἱοῦ
σου Παρθένε, πρὸς αὐτὸν μεταστᾶσα ἀνέδραμες.
Δόξα Πατρί…
Νέκρωσιν πῶς ὑπέστης, ἡ τὸν
νεκρωτὴν ᾍδου κυήσασα, καὶ νεκροῖς τοῖς ἀνθρώποις, διὰ σοῦ τὴν
ζωὴν χαρισάμενον.
Καὶ νῦν… Θεοτοκίον
Ὤφθης καθαρωτέρα, πάντων
τὸν καθαίροντα κυήσασα, ἁμαρτίας Παρθένε· διὰ τοῦτο σε πίστει
δοξάζομεν.
ᾨδὴ γ’.
Ἦχος πλ. δ’.
Ὁ Εἱρμός.
Ὁ στερεώσας κατ’ ἀρχάς, τοὺς
οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν
ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ
με Χριστέ, τῶν ἐντολῶν σου
στήριξον, ὅτι οὐκ ἔστι πλήν σου,
ἅγιος μόνε Φιλάνθρωπε.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει
σου, Κύριε.
Κατακριθέντα τὸν Ἀδάμ, τῇ
γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός
σου τὸ σωτήριον πάθος, ἐδικαίωσε
Χριστέ, αὐτὸς γὰρ οὐχ ὑπεύθυνος,
τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ
ἀναμάρτητος.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει
σου, Κύριε.
Τῆς ἀναστάσεως τὸ φῶς,
ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ
θανάτου καὶ σκιᾷ καθημένοις, ὁ
Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ
θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας,
τούτου τὰ σκεύη διήρπασε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον
ἡμᾶς. Θεοτοκίον
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ,
ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ
γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον
Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ
πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
Κανών α’, ᾨδὴ γ’, τῆς Θεοτόκου
Ἦχος πλ. δ’
Σὺ εἶ τὸ στερέωμα

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον
ἡμᾶς.
Γῆ καὶ τὰ οὐράνια, τῇ Μεταστάσει σου χαίρουσι, Μήτηρ
Θεοῦ, διὰ σοῦ τυχόντα, παραδόξου
ἑνώσεως.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον
ἡμᾶς.
Ἔχαιρον οὐράνιοι, ὑποδεχόμενοι Ἄγγελοι, σὲ ἀπὸ γῆς, ἀναφερομένην, Θεοτόκε Πανύμνητε.
Δόξα Πατρί…
Γέγονε παράδοξος, ὥσπερ ἡ
κύησις Ἄχραντε, σοῦ ἀληθῶς, οὕτω
καὶ ἡ θεία, καὶ σεπτή σου
Μετάστασις.
Καὶ νῦν…
Ἤρθης πρὸς σκηνώματα, τὰ
ἐπουράνια πάναγνε, οὖσα Θεοῦ,
ἄχραντε Παρθένε, καθαρώτατον
τέμενος.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κάθισμα Προεόρτιον
Ἦχος γ’ Τὴν ὡραιότητα
Τὰ προεόρτια τῆς Μεταστάσεως, πανηγυρίζοντες τῆς
Θεομήτορος, ἀγαλλιώμενοι φαιδρῶς, πρὸς αὐτὴν ἀνακράξωμεν·
Χαῖρε ἡ ἀπαίρουσα, ἀπὸ γῆς πρὸς
οὐράνια, χαῖρε ἡ τὰ πέρατα, τῇ
Κοιμήσει ζωώσασα· διὸ νῦν μεταβαίνουσα μέμνησο, τοῦ κόσμου ἡ
Κεχαριτωμένη.
Δόξα… Καὶ νῦν… Τὸ αὐτὸ
Κοντάκιον Ἀναστάσιμον.
Ἦχος πλ. δ΄.
Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς
τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ
ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν
τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ
πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας
Μακρόθυμε, Γυναιξὶ Μυροφόροις
συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου
ἐμήνυσας τὰ τῆς νίκης σύμβολα,
Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν
ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο
καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου πολυέλεε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΔ’ τοῦ αὐτοῦ μηνός, μνήμη
τοῦ Ἁγίου Προφήτου Μιχαίου.
Στίχοι
Ἐκ γῆς μὲν ἤρθην, εἰδὲ καὶ
πόλον φθάσω,
Χάριν Μιχαίας εἴσομαί σοι τῷ
ξύλῳ.
Μιχαίας δεκάτῃ ξύλῳ ἤρθη ἠδὲ
τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Μαρκέλλου
Ἐπισκόπου Ἀπαμείας.
Στίχοι
Κνίσσαις νοηταῖς τὸν Θεὸν καθηδύνας,
Καὶ σαρκὸς αὐτὸν ἡδύνεις
κνίσσῃ Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εἰς
τὸ παλάτιον ἀνακομιδῆς τοῦ
τιμίου Σταυροῦ.
Στίχοι
Λόγους ἀνάψας, ἀντὶ φαιδρῶν
λαμπάδων,

Σταυρὸν προπέμπω τῶν ἀνακτόρων ἔσω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Οὐρσικίου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
Ἀνοίξω τὸ στόμα μου… 14-08
Ὠδὴ α΄. Ἦχος δ΄.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ
ᾄσω γηθόμενος, ταύτης τὴν κοίμησιν.
Ὠδὴ γ
΄.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ
ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον·, κὰν τῇ σεπτῇ Κοιμήσει σου, στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ΄.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
Σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ
δυνάμει Σου Κύριε.
Ὠδὴ ε
΄.
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ
κοιμήσει σου· Σὺ γάρ, ἀπειρόγαμε
Παρθένε, γῆθεν μετέστης πρὸς αἰωνίους μονάς, και πρὸς ἀτελεύτητον
ζωήν πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν
βραβεύουσα.
Ὠδὴ ς
΄.
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες Ἑορτὴν οἱ θεόφρονες, τῆς
Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ Αὐτῆς τεχθέντα, Θεὸν
δοξάζοντες.
Ὠδὴ ζ΄.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα· ἀλλὰ
πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η
΄.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ
τόκος τῆς Θεοτόκου διεσώσατο, τότε
μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει
ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ
φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ΄)
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά
μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν
Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ
γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με
πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα
ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα
αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις
αὐτόν.
Τὴν Τιμιωτέραν…
Στίχ. Ἐποίησε κράτος ἐν
βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ
θρόνων καὶ ὕψωσε ταπεινούς,
πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τὴν Τιμιωτέραν…
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας
ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι
αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
Ἦχος δ΄ . ᾨδὴ θ΄.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν μετάστασιν, τῆς
Θεομήτορος, καὶ βοάτω· Χαίροις
παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β’.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν
καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν
ποδῶν αὐτοῦ.
Ὅτι ἅγιος ἐστι.
Ἐξαποστειλάριον
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ’,
Ἦχος β΄,
Τοῖς μαθηταῖς συνέλθωμεν.
Συγκεκλεισμένων Δέσποτα, τῶν
θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας
εἴρηκας, καὶ ὀκτὼ μεθ’ ἡμέρας, τὴν
σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας
καὶ τὰς χεῖρας. Μεθ’ οὗ βοῶμεν·
Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.
Ἐξαποστειλάριον Προεόρτιον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Σοῦ τῆς σεπτῆς Κοιμήσεως, τὴν
μνήμην τὴν ὑπέρλαμπρον, πανηγυρίζοντες πόθῳ, ἐξᾴδομεν Θεοτόκε· σὺ δὲ ὡς Μήτηρ ἄχραντε,
πρὸς τὸν Υἱὸν ἀπαίρουσα, ἐν δόξῃ
σου καὶ Κύριον, Χριστιανῶν ὑπερεύχου, τῶν πίστει σε ἀνυμνούντων.
ΑΙΝΟΙ. Ἦχος πλ. δ΄
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ
Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ
δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Στιχηρὰ Ἀναστάσιμα δ΄.
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς
κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται
πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ
παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ
θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος,
καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν
κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων
καὶ Φιλάνθρωπος.

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς
Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ’
ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί
σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ
ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν
ταῖς ψυχαῖς ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν
δέδωκας, φρίττει γὰρ καὶ τρέμει,
μὴ φέρων καθορᾶν αὐτοῦ τὴν
δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ
θάνατον κατήργησε, διὰ τοῦτο
προσκυνοῦμεν, τὴν ταφήν σου καὶ
τὴν ἔγερσιν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν
Ἀνάστασιν κηρύξας, τοὺς μὲν
φύλακας ἐφόβησε, τὰ δὲ γύναια
ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν
ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη,
Θεός ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν
ἐδωρήσατο.
Στιχηρὰ Προσόμοια Προεόρτια.
Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ
καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ
Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον,
ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον,
ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι.
Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν
ἀνάπαυσίν σου.
Νύμφη ἡ τοῦ Θεοῦ, Βασίλισσα
Παρθένος, τῶν ἐκλεκτῶν ἡ δόξα,
καύχημα τῶν παρθένων, πρὸς τὸν
Υἱὸν μεθίσταται.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ
ἀλήθειαν.
Ἤθροισται ὁ χορός, Μαθητῶν
παραδόξως, ἐκ τῶν περάτων
κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ
θεῖον καὶ ἀκήρατον.
Δόξα Πατρί…
ΕΩΘΙΝΟΝ Θ’
Ἦχος πλ. α΄’
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω
Πνεύματι.
Ὡς ἐπ’ ἐσχάτων τῶν χρόνων,
οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι
τοῖς φίλοις Χριστέ, καὶ θαύματι
θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ
εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν
σου Ἀνάστασιν· ἀλλ’ ἔπλησας
χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ
ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες,
τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι
κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν,
γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.

Καὶ νῦν… ἦχος β΄
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ
ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.δ΄
Δόξα σοι τῷ δείξαντι τὸ φῶς.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς
εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε,
προσκυνοῦμέν σε, δοξολογοῦμέν
σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν
μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ,
Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον
Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ,
ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν
ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον
ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ
κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ
καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός,
καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ
μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς
δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω
σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς
τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ
ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι
ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν
Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς
αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’
ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με
τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με
τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με
τὰ δικαιώματά σου.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν,
ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄
Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν
μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον,
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά
σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ
φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς
γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος πλ. δ΄
Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ
τὰ δεσμὰ διαρρήξας τοῦ ᾍδου,
ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου
Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ
ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα,
καὶ δι’ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.
ἤ τὸ Ἦχος β΄
Σήμερον σωτηρία τῷ κόσμῳ
γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ
τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν·
καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ
μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α΄
Ἦχος β´.
Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν
Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ
ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου,
Σῶτερ σῶσον ἡμᾶς.
Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν
Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας
τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ
ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ
βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εὐλογεῖτε τὸν Κύριον,
πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ
τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β΄
Ἦχος β´.
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν
Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ
μου ψαλῶ τῷ Θεῷ μου ἕως
ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ
ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι
Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς
Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς
αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ
ἀναστὰς…
Στίχ. Τὸν ποιήσαντα τὸν
οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν
καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ
ἀναστὰς..
Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν
αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ
ἀναστὰς…
Δόξα Πατρὶ…Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ
Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν
σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς
ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας,

σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν
τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ
Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ΄
Ἦχος πλ.δ´.
Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου,
ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν
ἐν αὐτῇ.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον,
ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν·
ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε
δόξα σοι.
Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ
οὐρανοὶ καὶ ἡ γῆ.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον,
ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν·
ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε
δόξα σοι.
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν καὶ
προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς
Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν
ψάλλοντάς σοι, Ἀλληλούϊα.
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον,
ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν·
ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε
δόξα σοι.
Ἀπολυτίκιον Προεόρτιον
Ἦχος δ’
Ταχὺ προκατάλαβε
Λαοὶ προσκιρτήσατε, χεῖρας
κροτοῦντες πιστῶς, καὶ πόθῳ
ἀθροίσθητε, σήμερον χαίροντες,
καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες
ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ
Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς
τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν
ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.
Τοῦ Ναοῦ
Κοντάκιον Προεόρτιον
Ἦχος δ’
Ἐπεφάνης σήμερον
Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ
οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ
κραυγάζει σοι· Χαῖρε Παρθένε,
Χριστιανῶν τὸ καύχημα.
Τρισάγιον Ἀποστόλου
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός,
ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.(γ΄ )
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ
Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμὴν.
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δύναμις.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός,
ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀπόστολος
ΚΥΡΙΑΚΗΣ ΚΕ΄.
Προκείμενον. Ἦχος πλ, δ΄
Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ
Θεῷ ἡμῶν.
Στίχ. Γνωστός ἐν τῇ Ἰουδαίᾳ ὁ
Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα
αὐτοῦ.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς
Παύλου τὸ ᾽Ανάγνωσμα 3:9-17
Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί·
Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή
ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν
δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων

θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον
οὐδεὶς δύναται θεῖναι παρὰ τὸν
κείμενον, ὅς ἐστιν ᾽Ιησοῦς Χριστός.
Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσόν, ἄργυρον,
λίθους τιμίους, ξύλα, χόρτον,
καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται·
καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν
τὸ πῦρ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησεν, μισθὸν
λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ
σωθήσεται, οὕτως δὲ ὡς διὰ
πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ
ἐστε καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ
ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ
φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ
γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν,
οἵτινές ἐστε ὑμεῖς.
Ἀλληλούϊα (γ΄). Ἦχος πλ, δ΄
Δεῦτε ἀγαλλιασώμεθα τῷ
Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ
Σωτῆρι ἡμῶν.
Στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου.
Εἰς τό᾽Εξαιρέτως
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ
μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.
Κοινωνικόν
ἦχος πλ.δ΄
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν. Ἀλληλούϊα.
ἦχος β΄
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν,
ἐλάβομεν Πνεῦμα ἐπουράνιον,
εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον
Τριάδα προσκυνοῦντες, αὕτη γὰρ
ἡμᾶς ἔσωσεν.
Ἀμήν ἀμήν ἀμήν. Εἰς ἄφεσιν
ἁμαρτιῶν καὶ εἰς ζωὴν ταὴν αἰώνιον.
Πληρωθήτω τό στόμα ἡμῶν
αἰνέσεώς σου, Κύριε, ὅπως
ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι
ᾐξίωσας ἡμᾶς μετασχεῑν, τῶν
ᾁγίων Σου μυστηρίων. Τήρησον
ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν
ἡμέραν μελετᾶν τήν δικαιοσύνην
Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ
αἰῶνος. (τρίς).
Ἀπόλυσις
«῾Ο ἀναστάς ἐκ νεκρῶν…»
ΟΡΘΟΔΟΞΟ ΧΡΙΣΤΙΑΝΙΚΟ ΠΕΡΙΟΔΙΚΟ, “ΓΝΩΣΕΣΘΕ ΤΗΝ ΟΝΤΩΣ ΑΛΗΘΕΙΑΝ”. 14 ΑΥΓΟΥΣΤΟΥ 2022

Print Friendly, PDF & Email
ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

Συντάκτης

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *