Την Κυριακή πριν την εορτή της Γέννησης του Χριστού, η Εκκλησία αναφέρει τους προπάτορες οι οποίοι έζησαν πριν τον Χριστό, δηλαδή στους Πρωτόπλαστους, τους δικαίους, τούς Προφήτες, τους Κριτές κ.λπ. της Παλαιάς διαθήκης. Ήταν αυτοί οι οποίοι εκτέλεσαν τις εντολές του Χριστού, ο οποίος έδρασε ως άσαρκος στην Παλαιά διαθήκη και ως ενσαρκωμένος στην Καινή διαθήκη. Έτσι από τους Πρωτόπλαστους φτάνουμε έως τον ίδιο τον Ιησού Χριστό. Και η Παναγία προέρχεται από το γένος Δαυίδ, όπως αναφέρει και ο Απόστολος Λουκάς.
Ευαγγέλιο Κυριακής: Ματθ. α΄ 1-25
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα. Δαυΐδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοάμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφάτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, 10 Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, 11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, 13 Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, 14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, 15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, 16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυΐδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυΐδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. 20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Κυριακή Πρό Χριστού Γεννήσεως
Την Κυριακή πριν από τη Γέννηση του Κυρίου μας, ο ευαγγελιστής Ματθαίος μας παρουσιάζει όλη την πορεία των κατά σάρκα προπατόρων του Κυρίου μας, οι οποίοι έζησαν και πέθαναν με την προσμονή του Μεσσία. Σύμφωνα με τον γενεαλογικό αυτό κατάλογο οι προπάτορες χωρίζονται σε τρεις περιόδους, που η καθεμιά περιέχει δεκατέσσερις γενιές. Η πρώτη από τον Αβραάμ μέχρι τον Δαβίδ, η δεύτερη από τον Δαβίδ μέχρι την εποχή που οι Ιουδαίοι μεταφέρθηκαν αιχμάλωτοι στη Βαβυλώνα, και η Τρίτη από την αιχμαλωσία αυτή μέχρι την Γέννηση του Χριστού.
Στη συνέχεια ο ιερός Ευαγγελιστής μας παρουσιάζει το μέγα μυστήριο της Γεννήσεως του Κυρίου μας. Μας λέει ότι, όταν η Παρθένος Μαρία αρραβωνιάστηκε τον Ιωσήφ, πριν ακόμη συγκατοικήσει στο σπίτι του, βρέθηκε έγκυος με την επενέργεια του Αγίου Πνεύματος. Όταν όμως ο Ιωσήφ αντιλήφθηκε την εγκυμοσύνη της, ταράχθηκε πολύ. Αλλά επειδή ήταν ενάρετος και δεν ήθελε να τη διαπομπεύσει, σκέφθηκε να της δώσει μυστικά διαζύγιο. Καθώς λοιπόν βασανιζόταν απ’ αυτούς τους φοβερούς λογισμούς, ένας άγγελος του Θεού του εμφανίστηκε σε όνειρο και του είπε: Ιωσήφ απόγονε του Δαβίδ, μη διστάσεις να παραλάβεις στο σπίτι σου τη Μαρία, τη μνηστή σου. Διότι το παιδί που έχει μέσα της προέρχεται από την επενέργεια του Αγίου Πνεύματος. Θα γεννήσει υιό και συ θα Του δώσεις το όνομα «Ιησούς», το οποίο σημαίνει «σωτήρ». Και θα Του δώσεις αυτό το όνομα, διότι Αυτός θα σώσει το λαό του τον Ισραήλ από τις αμαρτίες του.
Γιατί όμως ο άγγελος δίνει εντολή στον Ιωσήφ να ονομάσει τον υιό της Παρθένου Ιησού, δηλαδή Σωτήρα; Διότι με το όνομα αυτό ο Θεός απεκάλυπτε το μέγα μυστήριο, που ήταν κρυμμένο μέσα στους αιώνες: ότι ο Κύριος Ιησούς δεν θα είναι επίγειος βασιλιάς, που θα λυτρώσει εθνικά και πολιτικά τον ισραηλιτικό λαό, αλλά Σωτήρ που θα σώσει την ανθρωπότητα από τη σκλαβιά της αμαρτίας, του διαβόλου και της φθοράς· Σωτήρ που θα σηκώσει επάνω του το βάρος των αμαρτιών της ανθρωπότητας και θα θυσιασθεί προσφέροντας τη ζωή του για να λυτρώσει το ανθρώπινο γένος. Πώς όμως θα μπορούσε να γίνει αυτό; Ποιος άνθρωπος θα μπορούσε να επιτελέσει ένα τόσο μεγάλο θεϊκό έργο; Τόσοι προφήτες και δίκαιοι στην Παλαιά Διαθήκη δεν μπόρεσαν να αναστήσουν και να σώσουν το ανθρώπινο γένος. Πώς λοιπόν θα μπορούσε να το λυτρώσει ο «Ιησούς»; Την απάντηση τη δίνει στη συνέχεια ο ιερός Ευαγγελιστής.

«Εμμανουήλ»
Ο Ευαγγελιστής στη συνέχεια τονίζει ότι με την υπερφυσική σύλληψη της Παρθένου επαληθεύτηκε πλήρως αυτό που είπε ο Θεός με το στόμα του προφήτη Ησαΐα πολλούς αιώνες πριν: Ιδού, η παρθένος θα συλλάβει και θα γεννήσει υιό, και θα Τον ονομάσουν Εμμανουήλ, όνομα που σημαίνει: «Ο Θεός είναι μαζί μας». Όταν λοιπόν ο Ιωσήφ σηκώθηκε από τον ύπνο του, έκανε όπως του είπε ο άγγελος του Κυρίου. Παρέλαβε τη μνηστή του στο σπίτι του. Και δεν ήλθε σε σχέση συζυγική μαζί της ποτέ. Και ήλθε η μεγάλη ώρα που η παρθένος γέννησε τον πρώτο και μονάκριβο υιό της. Και ο Ιωσήφ Του έδωσε το όνομα «Ιησούς».

Συναξάριον Πρό Χριστού Γεννήσεως
Μνήμη τῶν πρωτοπλάστων Ἀδὰμ καὶ Εὔας.Ὑμνῶ θανόντας ζῶν γένους ἀρχηγέτας,Τοῦ ζῆν με καὶ θνῄσκειν με τοὺς παραιτίους.Μνήμη τοῦ δικαίου Ἄβελ, υἱοῦ τοῦ Ἀδάμ.Βοᾷ Θεῷ σὸν αἷμα καὶ ψυχῆς δίχα,Ὦ πρῶτε νεκρῶν, πρῶτε καὶ σεσωσμένων.Μνήμη τοῦ δικαίου Σήθ, υἱοῦ Ἀδάμ.Σὴθ σπέρμα καινὸν τοῖς γονεύσιν ἀντ’ Ἄβελ,Ἄνθρωπος ὢν δίκαιος· οἷος ἦν Ἄβελ.Μνήμη τοῦ δικαίου Ἐνώς, υἱοῦ Σήθ.Ὀφθεὶς Ἐνὼς μέγιστος ἐκ τῆς ἐλπίδος,Πολλοῖς ἐνῆκε ζῆλον εἰς τὴν ἐλπίδα.Μνήμη τοῦ δικαίου Καϊνᾶν υἱοῦ, Ἐνώς.Βίβλῳ Kαϊνᾶν Μωσέως γεγραμμένος,Κἂν τῷ παρόντι χρὴ γραφῆναι βιβλίῳ.Μνήμη τοῦ δικαίου Μαλελεήλ, υἱοῦ Καϊνᾶν.Ἑξῆς προκείσθω Μαλελεὴμ τῷ λόγῳ.Υἱὸς Καϊνᾶν, οὗ προεμνήσθη λόγος.Μνήμη τοῦ δικαίου Ἰάρεδ, υἱοῦ Μελελεήλ.Δίκαιον ὄντως ἐν δικαίων πληθύϊ,Καὶ τοῦ δικαίου μνημονεύειν Ἰάρεδ.Μνήμη τοῦ δικαίου Ἐνώχ, υἱοῦ, Ἰάρεδ.Θεῷ προδήλως εὐαρεστήσας λόγῳ,Ἐνὼχ ἀδήλοις ἐγκατῳκίσθη τόποις.Μνήμη τοῦ δικαίου Μαθουσάλα, υἱοῦ Ἐνώχ.Ἐνὼχ σε τέκνον ἐκμαθὼν Μαθουσάλα,Ἔγραψα πρὸς μάθησιν ἄλλων ἐνθάδε.Μνήμη τοῦ δικαίου Λάμεχ, υἱοῦ Μαθουσάλα.Λάμεχ, δύο γνούς, δεῖν ἔγνων, τιμᾶν ἕνα,Οὐ τὸν φονευτήν, ἀλλ’ ὁμωνύμως Λάμεχ.Μνήμη τοῦ δικαίου Νῶε, υἱοῦ Λάμεχ.Ἀδὰμ βροτοῖς ὄλεθρον ἐκ ξύλου φέρει·Διὰ ξύλου δὲ Νῶε πᾶν σῴζει γένος.Μνήμη τοῦ δικαίου Σήμ, υἱοῦ Νῶε.Σὴμ πατρικὴν γύμνωσιν ἐμφρόνως σκέπων,Τὰς πατρικὰς ἐφεῦρεν εὐχὰς εἰς σκέπην.Μνήμη τοῦ δικαίου Ἰάφεθ, υἱοῦ Νῶε.Μὴ θείς, Ἰάφεθ Πατρὸς αἰσχύνῃ πλάτος,Βίου πλατυσμὸν εὐχαῖς Πατρὸς λαμβάνει.Μνήμη τοῦ δικαίου Ἀρφαξάδ, υἱοῦ Σήμ.Zῇ Κύριος ζῶν, οὐ τὸν Ἀρφαξὰδ λίπω,Καὶ γὰρ χρεὼν καὶ τοῦτον ἐνταῦθα γράφειν.Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἀρφαξάδ.Καϊνᾶν ἡμῖν ἐξεγήγερται νέος,Τῷ πρὶν Καϊνᾶν, ἐμφερὴς ἐκ τοῦ τρόπου.Μνήμη τοῦ δικαίου Σάλα, υἱοῦ Καϊνᾶν.Συμπατριωτῶν ὁρμαθῷ καὶ συμφύλων,Ἡ συγγένεια συνδέει καὶ τὸν Σάλα.Μνήμη τοῦ δικαίου Ἕβερ, ἀφ’ οὗ καὶ οἱ Ἰουδαῖοι Ἑβραῖοι ἐκλήθησαν.Μέγας τις ὄντως τοῖς Ἰουδαίοις Ἕβερ,Δοὺς ἐξ ἑαυτοῦ κλῆσιν Ἑβραίων γένει.Μνήμη τοῦ δικαίου Φάλεκ, υἱοῦ Ἕβερ.Πανηγυρίζω καὶ τὸν ἐξ Ἕβερ τόκον.Ὡς Μωϋσῆς γὰρ φησι, τίκτει τὸν Φάλεκ.Μνήμη Ῥαγάβ, υἱοῦ Φάλεκ.Πάλιν κύησις, καὶ πάλιν νέος τόκος,Υἱὸν Ῥαγὰβ τεκόντος ἡμῖν τοῦ Φάλεκ.Μνήμη τοῦ δικαίου Σερούχ, υἱοῦ Ῥαγάβ.Γράφων παλαιῶν τοὺς ἐπ’ ἀλλήλων τόκους,Ἂν ἐκλάθωμαι τὸν Σερούχ, ἁμαρτάνω.Μνήμη τοῦ δικαίου Ναχώρ, υἱοῦ Σερούχ.Γένους ὑπάρχειν τῶν ἄνω λελεγμένων,Καὶ τὸν Ναχὼρ γνοὺς οὐ διϊστῶ τοῦ γένους.Μνήμη τοῦ δικαίου Θάρρα, υἱοῦ Ναχώρ.Υἱὸς προσελθὼν ἐκ Ναχὼρ κλῆσιν Θάρρας,Πατὴρ ὑπῆρξε πατρὸς Ἐθνῶν μυρίων.Μνήμη τοῦ δικαίου Πατριάρχου,, Ἀβραάμ, υἱοῦ Θάρρα.Τὸν Ἀβραὰμ πῶς δεξιώσομαι λόγοις,Ὃς ἠξιώθη δεξιοῦσθαι καὶ Νόας;Μνήμη τοῦ Πατριάρχου Ἰσαάκ, υἱοῦ Ἀβραάμ.Δεθείς, Ἰσαάκ, εἰς σφαγήν, τύπος γίνῃ,Ἐπὶ σφαγὴν ἥξοντος ὑψίστου Λόγου.Μνήμη τοῦ Πατριάρχου Ἰακὼβ υἱοῦ Ἰσαάκ.Διὰ κλίμακος Ἰακώβ, τῆς Παρθένου,Πρὸς γῆν Θεὸν χωροῦντα πρὶν τόκου βλέπει.Μνήμη τοῦ Πατριάρχου Ῥουβίμ, υἱοῦ Ἰακώβ.Τῆς υἱότητος, Ἰακὼβ τοῦ τιμίου,Ῥουβὶμ ἔγνων τὸν θεῖον, ἀρχὴν τιμίαν.Μνήμη τοῦ Πατριάρχου Συμεών, υἱοῦ Ἰακώβ.Κἄν δευτερεύῃ Συμεὼν ἐκ τοῦ τόκου,Κλέος παρ’ ἡμῖν οὐ τὸ δεύτερον φέρει.Μνήμη τοῦ Πατριάρχου Λευΐ, υἱοῦ Ἰακώβ.Θεοῦ μεγίστου θεῖος ὢν ὑπηρέτης,Τί, Λευΐ, μεῖζον τῆς δε τῆς δόξης θέλεις;Μνήμη τοῦ Πατριάρχου Ἰούδα, υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός.Ἰούδαν αἰνέσουσιν οἱ σεσωσμένοι·Ἐξ Ἰούδα γὰρ Χριστὸς ἡ σωτηρία.Μνήμη τοῦ Πατριάρχου Ζαβουλών, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ παράλιος.Ἀκτὰς κατοικεῖν ὁ Ζαβουλὼν ἐκρίθη,Γῆς καὶ θαλάττης εἰς ἓν ἄκρα συνδέων.Μνήμη τοῦ Πατριάρχου Ἰσάχαρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ γηπόνος.Στήσας ἑαυτὸν εἰς τὸ πονεῖν Ἰσάχαρ,Ζωὴν συνιστᾷ, γῆθεν ἄρτον ἐκφέρων.Μνήμη τοῦ Πατριάρχου Δάν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ κριτής.Λαοῦ κριτὴς Δάν, γλῶττα τῆς ἐξουσίαςΖυγοῖς δικαίοις πᾶσιν ἐξάγων κρίσιν.Μνήμη τοῦ Πατριάρχου Γάδ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ λῃστευομένη ἢ λῃστεύουσα.Γὰδ πειρατευθείς, πειρατεύων ἐκτρέχει,Νίκαις δὲ πάντων πειρατῶν κατισχύει.Μνήμη τοῦ Πατριάρχου Ἀσήρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις.Ἀσὴρ δέ, φησί, πίονα πλουτεῖ στάχυν,Τρέφει τε τοὺς ἄρχοντας ἄρτῳ πλουσίῳ.Μνήμη τοῦ Πατριάρχου Νεφθαλείμ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πολὺ πλῆθος.Ὡς ἔρνος ὄντως Νεφθαλεὶμ ἀνειμένονΕἰς πλῆθος αὐτῷ τῆς φυλῆς ἡπλωμένης.Μνήμη τοῦ Πατριάρχου Ἰωσήφ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ περίδοξος καὶ περιφανής.Ηὐξημένον σε, σὸς Πατὴρ εἶναι λέγων,Δόξαν φυλῆς σῆς, Ἰωσήφ, διαγράφει.Μνήμη τοῦ Πατριάρχου Βενιαμίν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ ἀπὸ ἀγρίας πραεῖα.Φαγὼν τὸ πρωῒ Bενιαμίν, ὡς λύκος,Πρᾶος φανεῖς, δίδωσι βρῶσιν ἑσπέρας.Μνήμη Φαρὲς καὶ Ζαρὰ τῶν διδύμων, υἱῶν Ἰούδα τοῦ Πατριάρχου.Κοινῶς ἐπαινῶ σπέρμα κοινὸν ἸούδαΦαρὲς Ζαρά τε, τοὺς διδύμους συγγόνους.Μνήμη Ἐσρώμ, υἱοῦ Φαρές.Ἐκ Φαρὲς Ἐσρώμ, ὥσπερ ἐκ ῥίζης κλάδος,Ἄμφω δὲ ῥίζης Ἀβραὰμ θεῖοι κλάδοι.Μνήμη Ἀράμ, υἱοῦ Ἐσρώμ.Γέγηθεν Ἐσρώμ, οὐ νοσῶν ἀτεκνίαν.Ἀρὰμ γὰρ αὐτῷ τέκνον ἠγαπημένον.Μνήμη Ἀμιναδάβ, υἱοῦ Ἀράμ.Τὸν Ἀμιναδὰβ ἐξ Ἀρὰμ φῦναι λόγος.Τούτου γὰρ υἱὸν ἡ Γραφὴ τοῦτον λέγει.Μνήμη Ναασών, υἱοῦ Ἀμιναδάβ.Εἷς καὶ Ναασὼν τῆς, Ἰούδα φατρίας,Ἐξ Ἀμιναδὰβ τῆς φυλῆς ἐξ, Ἰούδα.Μνήμη Σαλμών, υἱοῦ Ναασών.Ηὔξησε σειρὰν Ἀβραμιαίου γένουςΣαλμὼν προελθὼν τῆς Ναασὼν ὀσφύος.Μνήμη Βοόζ, υἱοῦ Σαλμών.Εὐαγγελιστά, τοῦδε Σαλμὼν υἱέα,Τίνα γράφεις σὺ; Τὸν Βοόζ, φησί, γράφω.Μνήμη Ὠβήδ, υἱοῦ Βοόζ, τοῦ ἐκ τῆς Ῥοὺθ γεννηθέντος.Ἐκ Ῥοὺθ μὲν Ὠβήδ, τὴν φυλὴν Μωαβίτης,Ἐκ τοῦ Βοὸζ δὲ δῆλος, Ἰσραηλίτης.Μνήμη Ἰεσσαί, υἱοῦ Ὠβήδ.Ἰεσσαὶ τίκτε, τικτέτω καὶ σὸν γένος,Ἕως ἀπ’ αὐτοῦ Παῖς Θεὸς τεχθῇ μέγας.Μνήμη Δαυΐδ Βασιλέως, υἱοῦ Ἰεσσαί.Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,Τὸν Δαυΐδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;Μνήμη Σολομῶντος Βασιλέως, υἱοῦ Δαυΐδ.Σοφὸς Σολομὼν πρῶτος ἐν σοφοῖς βίου,Ἔχων τὸ πρῶτον τῶν καλῶν τῶν τοῦ βίου.Μνήμη Ῥοβοὰμ Βασιλέως, υἱοῦ Σολομῶντος.Ἐγκώμιόν σοι Ῥοβοάμ, πλέκω μέγα,Σὸν πάππον εἶναι τὸν μέγαν Δαυῒδ λέγων.Μνήμη Ἀβιὰ Βασιλέως, υἱοῦ Ῥοβοάμ.Βοᾷ Ῥοβοὰμ πρὸς τὸν Ἀβιὰ λέγων·Ἐγὼ Πατὴρ σός, καὶ σύ μου τὸ τεκνίον.Μνήμη Ἀσὰ Βασιλέως, υἱοῦ Ἀβιά.Εὐθῆ τὸν Ἀσὰ μηνύει Βασιλέα,Ἡ τετράτιτλος τῶν Βασιλειῶν βίβλος.Μνήμη Ἰωσαφὰτ Βασιλέως, υἱοῦ Ἀσά.Ἰωσαφὰτ τὰ πάντα χρηστὸς ἐν βίῳΕὑρὼν ἀφορμάς πατρόθεν χρηστοῦ βίου.Μνήμη Ἰωρὰμ Βασιλέως, υἱοῦ Ἰωσαφάτ.Ἰωρὰμ ἡμῖν ἐξ Ἰωσαφὰτ ἔφυ·Ὑιὸς Βασιλεύς, ἐκ πατρὸς Βασιλέως.Μνήμη Ὀζίου Βασιλέως, υἱοῦ Ἰωράμ.Ἀνῆκε καρπὸν εὐγενῆ τὸν Ὀζίαν,Ἄναξ Ἰωράμ, Ἰωσαφὰτ ὁ κλάδος.Μνήμη Ἰωάθαμ Βασιλέως, υἱοῦ Ὀζίου.Τὸν Ἰωάθαμ, ὡς νεοττὸν Ὀζίου,Τῆς βασιλείας ἡ καλιὰ λαμβάνει.Μνήμη Ἄχαζ Βασιλέως, υἱοῦ Ἰωάθαμ.Τὸ τῆς κεφαλῆς στέμμα Ἰωάθαμ,Στέφει κεφαλὴν εὐπρεπῶς καὶ τὴν Ἄχαζ.Μνήμη Ἐζεκίου Βασιλέως, υἱοῦ Ἄχαζ.Σοβεῖ τελευτὴν δακρύσας Ἐζεκίας.Τοσοῦτον ἰσχύουσι ῥεῖθρα δακρύων!Μνήμη Μανασσῆ Βασιλέως, υἱοῦ Ἐζεκίου.Σωτηριῶδες πρὸς μετάγνωσιν βάθρον,Μανασσῆς ἡμῖν τὴν προσευχὴν πηγνύει.Μνήμη Ἀμμὼν Βασιλέως, υἱοῦ Μανασσῆ.Ἀμμὼν κυηθεὶς τῆς ἁλουργίδος μέσον,’Ἦν καὶ Βασιλεύς, καὶ Βασιλείας τέκνον.Μνήμη Ἰωσίου Βασιλέως, υἱοῦ Ἀμμών.Ἰωσίας ἔναντι τοῦ Θεοῦ μέγας,Ὃν γνοὺς ἐπαινεῖν, δειλιῶν μὴ σμικρύνω.Μνήμη Ἰεχονίου Βασιλέως, υἱοῦ, Ἰωσίου.Ἐν Βαβυλῶνος τῇ μετοικίᾳ λόγος,Ἰεχονίαν ἐμπαροικῆσαι βίῳ.Μνήμη Σαλαθιήλ, υἱοῦ Ἰεχονίου.Πρῶτον μέτ’ αὐτὴν τὴν μετοικίαν τέκνονΤὸν Σαλαθιὴλ Ἰούδα φυλὴ φύει.Μνήμη Ζοροβάβελ, τοῦ τὸν Ναὸν τῶν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος.Nαβουζαρδὰν ἔκαυσε Ναὸν Κυρίου,Οὗ καύσιν ἦρε κτίσματι Ζοροβάβελ.Μνήμη Ἀβιούδ, υἱοῦ Ζοροβάβελ.Ἀβιοὺδ ὅρπηξ, οὗ φυὴ Ζοροβάβελ.Ὡς τὴν φυὴν οὖν, καὶ τὸν ὅρπηκα γράφω.Μνήμη Ἐλιακείμ, υἱοῦ Ἀβιούδ.Τὸν Ἐλιακεὶμ Ἀβιοὺδ γράφει γόνον,Ματθαῖος ἡμῖν, ἀκριβὴς γονογράφος.Μνήμη Ἀζώρ, υἱοῦ Ἐλιακείμ.Ὁ θεῖος Ἀζὼρ ἐξ Ἐλιακεὶμ ἔφυ,Θεία Γραφὴ λέγουσα τοῦτο πεισάτω.Μνήμη Σαδώκ, υἱοῦ Ἀζώρ.Ἀζὼρ κυΐσκων τὸν Σαδὼκ οὐ λανθάνει,Ὃν συγγραφεὺς γνοὺς ἐκκαλύπτει τὸν τόκον.Μνήμη Ἀχείμ, υἱοῦ Σαδώκ.Τοῖς τοῦ Σαδὼκ ζητοῦσιν υἱόν, Ματθαῖος,Δείξει τὸν Ἀχείμ, ἐκβαλὼν τὸ βιβλίον.Μνήμη Ἐλιούδ, υἱοῦ Ἀχείμ.Τεχθεὶς ἀπ’ Ἀχείμ, Ἐλιοὺδ ὤφθη τέκνον,Ὀφθήσεται δὲ καὶ πατὴρ τεκνοτρόφος.Μνήμη Ἐλεάζαρ, υἱοῦ Ἐλιούδ.Ἰδοὺ τεκόντα καὶ τὸν Ἐλιοὺδ ἔγνων,Ἐλεάζαρον τέκνον· εἰ βούλει, μάθε.Μνήμη Ματθάν, υἱοῦ Ἐλεάζαρ.Ἐλεάζαρ δὲ τὸν Ματθὰν γεννᾶν λέγει,Μαιευτρίας ἄκουε, Ματθαίου Βίβλου.Μνήμη Ἰακώβ, υἱοῦ Ματθάν.Καὶ Ματθὰν εἰσήνεγκεν υἱὸν εἰς βίονΤὸν Ἰακωβ γὰρ εἰσενεγκὼν εὑρέθη.Μνήμη Ἰωσὴφ τοῦ Μνήστορος, υἱοῦ Ἰακώβ.Μνηστὴρ Ἰωσήφ· ᾧ τὸ Πνεῦμα πρὸ γάμου,Μνηστὴν ἐκείνου, συλλαβοῦσαν δεικνύει.Μνήμη τοῦ δικαίου Μελχισεδέκ.Ἔχει Γραφὴ πατρὸς σε καὶ μητρὸς δίχα,Χριστοῦ τυποῦντα Μελχισεδὲκ τοὺς τόκους.Μνήμη τοῦ δικαίου Ἰώβ.Ὕψιστον εὑρὼν ἀξίως ἐπαινέτην,Ἰὼβ ἐπαίνων οὐ δέῃ τῶν γηΐνων.Μνήμη τοῦ Προφήτου Μωσέως, καὶ Ὤρ καὶ Ἀαρὼν τῶν Ἱερέων.Σὺν Ὤρ Ἀαρὼν προγράφει Χριστοῦ πάθος,Ὑψοῦντες ἄμφω σταυρικῶς τὸν Μωσέα. Μνήμη Ἰησοῦ τοῦ Ναυῆ.Ὑμνεῖν Ἰησοῦν ποῖος ἀρκέσει λόγος,ᾯ συλλαλῶν ὑπῆρχε καὶ Θεὸς Λόγος;Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.Ὀφθαλμὸν ἡμῖν εὐμενῆ Θεοῦ τίθει,Ὀφθαλμὲ θεῖε, καὶ τὰ μέλλοντα βλέπων.Μνήμη τοῦ Προφήτου Νάθαν.Ἁμαρτιῶν ἔλεγχος ὀξὺς ὢν Νάθαν,Ἡμάρτομεν λέγουσι, συγγνώμην νέμοις.Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ.Καὶ θηρία φρίττουσιν ἀρετῆς φίλον.Ἔργοις Δανιὴλ τοῦτο πιστοῦται μέγας.Μνήμη τῶν Ἁγίων, τριῶν Παίδων.Καὶ πῦρ, τὸ πῦρ ἦν τῆς καμίνου, καὶ δρόσος.Πρὸς δυσσεβεῖς πῦρ, πρὸς δὲ τοὺς Παῖδας δρόσος.Μνήμη τῆς δικαίας Σάρρας, γυναικὸς Ἀβραάμ.Νεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις·Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ.Καὶ τὴν ἀρίστην τῶν γυναικῶν Ῥεβέκκαν,Ἄριστος εὗρεν ἀνδρῶν κοινὸν λέχους.Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικός, Ἰακώβ.Λείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,Κυήσεως δίδωσι τῇ μήτρᾳ χάριν.Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικός, Ἰακώβ.Θεοὺς πατρῴους ἡ Ῥαχὴλ κλέπτει πόθῳ,Ἐν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικός, Ἰωσὴφ τοῦ παγκάλου.Κάλλει παρῆλθεν ἥλιος μὲν ἀστέρας,Ἡ δ’ Ἀσινὲθ μοι τὰς ὑφ’ ἥλιον κόρας.Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωϋσέως.ᾌσωμεν , εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ,Ψυχῆς κροτοῦσα τύμπανον νῦν Μαρία.Μνήμη τῆς δικαίας Δεβόρρας τῆς κρινάσης τὸν Ἰσραήλ.Ὑπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.Μνήμη τῆς δικαίας Ῥούθ.Ἔθνος λιποῦσα Ῥοὺθ ἑαυτῆς καὶ σέβας,Ἔθνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη.Ἄσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,Kαινὸν λαχοῦσα λήϊνον τὸν Ἠλίαν.Μνήμη τῆς δικαίας Σωμανίτιδος τῆς ξενοδοχησάσης τὸν Ἐλισαῖον.Ἐλισαῖος σοι κλεῖθρα νηδύος λύει,ᾯ κλεῖθρα Σωμανῖτις ἤνοιξας δρόμου.Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.Ὃν πᾶς ἀνὴρ ἔφριττε, δεινὸν ὁπλίτην,Γυνὴ καθεῖλεν, Ἰουδίθ, Ὀλοφέρνην.Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.Ἔσωσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,ᾍδου κυνὴν μέλλοντας ἐνδῦναι πάλαι.Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.Εὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,Νικᾷ Φενάνναν, Ἄννα πολλὴν ἐν τέκνοις.Μνήμη τῆς δικαίας Σωσάννης.Kανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,Ὁ τῆς Σωσάννης σωφρονέστατος βίος.

Ρίζα του Ιεσσαί
Κατά την 18η του Δεκεμβρίου, αν τύχει ημέρα Κυριακή ειδάλλως αμέσως μετά απ’ αυτή, «Μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ’ αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο, ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων». Και αυτοί, είναι οι έξης:
Ααρών Προφήτης, Άβελ Δίκαιος, Αβιά Βασιλεύς, Αβιούδ Δίκαιος, Αβραάμ Πατριάρχης, Αδάμ Προπάτωρ, Αζώρ Δίκαιος, Αμιναδάβ Δίκαιος, Αμμών Βασιλεύς, Άννα Προφήτις, Αράμ Δίκαιος, Αρφαξάδ Δίκαιος, Ασά Βασιλεύς, Ασήρ Πατριάρχης, Ασινέθ Δικαία, Άχαζ Βασιλεύς, Αχείμ Δίκαιος, Βενιαμίν Πατριάρχης, Βοόζ Δίκαιος, Γαδ Πατριάρχης, Δαβίδ Προφήτης, Δαν Πατριάρχης, Δανιήλ Προφήτης, Δεβόρρα Δικαία, Έβερ Δίκαιος, Εζεκίας Βασιλεύς, Ελεάζαρ Δίκαιος, Ελιακείμ Δίκαιος, Ελιούδ Δίκαιος, Ενώς Δίκαιος, Ενώχ Δίκαιος, Εσθήρ Δικαία, Εσρώμ Δίκαιος, Εύα προμήτωρ, Ζαβουλών Πατριάρχης, Ζαρά Δίκαιος, Ζοροβάβελ Δίκαιος, Θάρρας Δίκαιος, Ιακώβ Πατριάρχης, Ιακώβ υιός Ματθάν Δίκαιος, Ιάρεδ Δίκαιος, Ιάφεθ Δίκαιος, Ιεσσαί Δίκαιος, Ιεχονίας Βασιλεύς, Ιησούς Ναυή Δίκαιος, Ιούδας Πατριάρχης, Ιουδίθ Δικαία, Ισαάκ Πατριάρχης, Ισάχαρ Πατριάρχης, Ιωάθαμ Βασιλεύς, Ιώβ Δίκαιος, Ιωράμ Βασιλεύς, Ιωσαφάτ Βασιλεύς, Ιωσήφ Πατριάρχης, Ιωσήφ ο Μνήστωρ Δίκαιος, Ιωσίας Βασιλεύς, Καϊνάν υιός Ενώς Δίκαιος, Καϊνάν υιός Αρφαξάδ Δίκαιος, Λάμεχ Δίκαιος, Λεία Δικαία, Λευΐ Πατριάρχης, Μαθουσάλας Δίκαιος, Μαλελεήλ Δίκαιος, Μανασσής Βασιλεύς, Μαρία αδελφή Μωυσέως Δικαία, Ματθάν Δίκαιος, Μελχισεδέκ Δίκαιος, Μωσής Προφήτης, Ναασσών Δίκαιος, Νάθαν Προφήτης, Ναχώρ Δίκαιος, Νεφθαλείμ Πατριάρχης, Νώε Δίκαιος, Οζίας Βασιλεύς, Παίδες τρεις, Ραγάβ Δίκαιος, Ραχήλ Δικαία, Ρεβέκκα Δικαία, Ροβοάμ Βασιλεύς, Ρουβίμ Πατριάρχης, Ρουθ Δικαία, Σαδώκ Δίκαιος, Σάλα Δίκαιος, Σαλαθιήλ Βασιλεύς, Σαλμών Δίκαιος, Σαμουήλ Προφήτης, Σαραφθία Δικαία, Σάρρα Δικαία, Σερούχ Δίκαιος, Σηθ Δίκαιος, Σημ Δίκαιος, Σολομών Προφήτης, Σουμανίτις Δικαία, Συμεών Πατριάρχης, Σωσάννα Δικαία, Φάλεκ Δίκαιος, Φαρές Δίκαιος, Ωβήδ Δίκαιος, Ωρ Προφήτης.

Η δίκαια Ρούθ
Λειτουργικά κείμενα
Κοντάκιον
Ἦχος πλ. β’.
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, Τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος· ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ’ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Bαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Αγιογραφίες

Προπάτωρ Αδάμ

Προφήτης Ααρών


0 Σχόλια