ΚΑΤΑΒΑΣΙΑ “ΑΊ ΓΕΝΕΑΊ ΠΆΣΑΙ” ΚΑΙ ΑΠΟΛΥΤΊΚΙΟΝ ΕΟΡΤΉΣ ΚΟΙΜΉΣΕΩΣ ΤΗΣ ΘΕΟΤΌΚΟΥ “ΕΝ ΤΗ ΓΈΝΝΗΣΕΙ”
Καταβασία
Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.
ὁα’ χορὸς
Στίχ. α‘. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Ἦχοςα‘
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. β’. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν…
ὁ α’ χορὸς
Στίχ. γ’. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν…
Ψάλλει ο Περικλής Ηλ. Νταλιάνης Θεολόγος


0 Σχόλια