Ο Νυμφίος

Μετὰ τὸν Προοιμιακόν, ἡ συνήθης Στιχολογία τῶν, Πρὸς Κύριον. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’, καὶ ψάλλομεν τὰ ἐν τῷ Ὄρθρῳ εἰς τοὺς Αἴνους, ὡς ἐφεξῆς, Ἰδιόμελα. 

Ἦχος α’

Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι’ αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ· οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν· ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν· καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν. (Δίς)

Ψάλλει ο Περικλής Ηλ. Νταλιάνης Θεολόγος

Τὸ Εὐαγγέλιον

Κατὰ Ματθαῖον

Τῷ καιρῷ ἐκείνῳ, καθημένου τοῦ Ἰησοῦ…

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ β’ Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου, σαρκὶ ἐπιδημήσαντα». (Δίς)

Συνέλθωμεν, τῷ Χριστῷ πρὸς τὸ ὄρος, τῶν Ἐλαιῶν μυστικῶς, μετὰ τῶν Ἀποστόλων, συναυλισθῶμεν αὐτῷ.

Ἐννόησον, ταπεινή μου καρδία, τίς ἡ τοῦ μύλωνος παραβολή, ἣν προεῖπε Χριστός, καὶ νῆψον λοιπόν.

Ἑτοίμαζε, σεαυτὴν ὦ ψυχή μου, πρὸς τὴν σὴν ἔξοδον, ἡ παρουσία ἐγγίζει, τοῦ ἀδεκάστου Κριτοῦ.

Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη Πανύμνητε, τὸν Υἱόν σου δυσώπει, ὑπὲρ τῶν δούλων σου.

Print Friendly, PDF & Email
ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

Συντάκτης

0 Σχόλια

Υποβάλετε ένα Σχόλιο

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *