Εξαποστειλάρια Κυριακή του Παραλύτου ΉΧΟΣ Β’
ΠΑΣΑΠΝΟΆΡΙΑ ΉΧΟΣ Γ’
ΕΞΑΠΟΣΤΕΙΛΆΡΙΟ ΚΥΡΙΑΚΉΣ ΤΟΥ ΠΑΡΑΛΎΤΟΥ ΉΧΟΣ Β’
ΑΙΝΕΊΤΕ ΑΥΤΌΝ,  ΧΑΡΆΣ ΤΑ ΠΆΝΤΑ ΠΕΠΛΉΡΩΤΑΙ ΤΗΣ ΑΝΑΣΤΆΣΕΩΣ ΤΗΝ ΠΕΊΡΑΝ ΕΙΛΗΦΌΤΑ, ΉΧΟΣ Γ’
ΑΙΝΕΊΤΕ ΑΥΤΌΝ,  ΕΝ ΤΩ ΦΩΤΊ ΣΟΥ ΔΈΣΠΟΤΑ ΟΨΌΜΕΘΑ ΦΏΣ ΦΙΛΆΝΘΡΩΠΕ,  ΉΧΟΣ Γ ‘, ΠΕΡΙΚΛΉΣ ΗΛ. ΝΤΑΛΙΑΝΗΣ

Λειτουργικά κείμενα, Εορτή

Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον, τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· οἰκτίρμον δόξα, Χριστὲ τῷ κράτει σου.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β’.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν
καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν
ποδῶν αὐτοῦ,
Ὅτι ἅγιος ἐστι.
Ἐξαποστειλάριον τοῦ Πάσχα . 
Ἦχος β’ 
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ
Βασιλεὺς καὶ Κύριος, τριήμερος
ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ
φθορᾶς, καὶ καταργήσας θάνατον,
Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου
σωτήριον.
Ἕτερον τοῦ Παραλύτου
Ἦχος β’.  Γυναῖκες ἀκουτίσθητε
Ἐπέστη ὁ φιλάνθρωπος, καὶ πα-
νοικτίρμων Κύριος, Προβατικῇ κο-
λυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς
νόσους, εὗρε δὲ κατακείμενον,
ἄνθρωπον πλείστοις ἔτεσι, καὶ
πρός αὐτὸν ἐβόησεν, Ἆρον τὸν
κράββατον, ἴθι, πρὸς τὰς ὁδοὺς τὰς
εὐθείας. 
ΑΙΝΟΙ.  Ἦχος γ΄.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύ-
ριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ
Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγε-
λοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ
δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Στιχηρὰ Ἀναστάσιμα δ’.
αὐτοῦ.
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε
τοῦ φρικτοῦ μυστηρίου τὴν δύνα-
μιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ
ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι’
ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη
ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπα-
ντα. Αὐτὸν προσκυνήσωμεν.
Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλ-
πιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Διηγήσαντο πάντα τὰ θαυ-
μάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ
τὸ συνέδριον τῆς ματαιότητος,
πληρώσαν δώρων τὴν δεξιὰν
αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν
ἀνάστασίν σου, ἣν ὁ κόσμος δο-
ξάζει. Ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ
καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ. 
Χαρὰς τὰ πάντα πεπλήρωται,
τῆς Ἀναστάσεως τὴν πείραν
εἰληφότα. Μαρία γὰρ ἡ Μαγδα-
ληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν
Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον,
τοίς ἱματίοις ἐξαστράπτοντα καὶ
λέγοντα. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ
τῶν νεκρῶν, οὒκ ἔστιν ὧδε, ἀλλ’
ἐγήγερται, καθὼς εἶπε, προάγων
ἐν τῇ Γαλιλαία. 
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβά-
λοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμ-
βάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Ἐν τῷ φωτί σου Δέσποτα,
ὀψόμεθα φῶς φιλάνθρωπε, έστης γὰρ ἐκ τῶν νεκρῶν, σω-
τηρίαν τῶ γένει τῶν ἀνθρώπων δω-
ρούμενος, ἵνα σὲ πᾶσα κτίσις δο-
ξολογή, τόν μόνον ἀναμάρτητον.
Ἐλέησον ἡμᾶς.
Βιογραφία
Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ,
Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον.

Η Κυριακή του Παραλύτου αντλεί το θέμα της από την ευαγγελική περικοπή, που αναγινώσκεται στην θεία λειτουργία. Αυτή περιλαμβάνει τήν διήγηση της ιάσεως του παραλυτικού στην Προβατική κολυμβήθρα, την Βηθεσδά, στα Ιεροσόλυμα (Ιω. 5, 1-15). Το δράμα του επί 38 έτη παραλύτου συγκινεί τον Κύριο και τον θεραπεύει. Ο Χριστός παρουσιάζεται σαν ιατρός ψυχών και σωμάτων. Τον παράλυτο δεν τον θεραπεύει η κολυμβήθρα, αλλά ο πανσθενουργός λόγος του Κυρίου.

Η θεραπεία του παραλύτου της Βηθεσδά ΕΥΑΓΓΈΛΙΟΝ

1 Τῷ καιρῷ ἐκείνῳ ἀνέβη ὁ  Ἰησοῦς εἰς  Ἱεροσόλυμα. 2 ἔστι δὲ ἐν τοῖς  Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. 6 τοῦτον ἰδὼν ὁ  Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ  Ἰησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ  Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11 ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ  Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ  Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς  Ἰουδαίοις ὅτι  Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

ΨΆΛΛΕΙ Ο ΠΕΡΙΚΛΉΣ ΗΛ. ΝΤΑΛΙΑΝΗΣ ΘΕΟΛΟΓΟΣ ΙΕΡΟΨΆΛΤΗΣ

Απλή ηχογράφηση

Print Friendly, PDF & Email
ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

Συντάκτης

0 Σχόλια

Υποβάλετε ένα Σχόλιο

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *