ΌΡΘΡΟΣ-ΣΥΝΑΞΆΡΙΟΝ ΚΔ΄ ΚΥΡΙΑΚΉΣ ΉΧΟΣ ΒΑΡΎΣ ΕΩΘ. Β΄ 19-11-2023

από | Νοέ 19, 2024 | Αγία Γραφή, Άγιο Όρος & Πατριαρχεία, Άγιοι Απόστολοι, Άγιος Νικόδημος - Ανάσταση, Βυζαντινή Αυτοκρατορία, Βυζαντινή Μουσική, Έθιμα και λαογραφία, Εθνική κληρονομιά, Εικόνα Αξιον Εστί, Εκκλησία & Επιστήμη, Εκκλησία & Ηθική, Εκπαίδευση, Ιστορικά, Λειτουργικά Βιβλία, Λειτουργικά Θέματα, Μάθημα Θρησκευτικών, μη κατηγοριοποιημένα, Μυστήριο του Βαπτίσματος, Οικουμενικές Σύνοδοι, Ορθόδοξα Θαύματα, Ορθόδοξη Αγιολογία, Ορθόδοξη Άσκηση, Ορθόδοξη Εσχατολογία, Ορθόδοξη Ιεραποστολή, Ορθόδοξη Ιεροσύνη, Ορθόδοξη Οικογένεια, Ορθόδοξη Ομολογία, Ορθόδοξη Πίστη, Ορθόδοξη προσευχή, Ορθόδοξη Υμνολογία, Ορθόδοξο Βάπτισμα, Ορθόδοξο Ήθος, Ορθόδοξο Πάσχα - Οικουμενικές Σύνοδοι, Ορθόδοξος γάμος, Ορθόδοξος μοναχισμός, Τα ιερά μυστήρια, Χριστιανική Ηθική, Χριστιανική πίστη | 0 Σχόλια

ΑΝΑΣΤΑΣΗ-.33

Κοντάκιον Ἀναστάσιμον.
Ἦχος Βαρὺς.
Οὐκέτι φλογίνη ῥομφαία…
Οὐκέτι τὸ κράτος τοῦ θανάτου,
ἰσχύσει κατέχειν τοὺς βροτούς·
Χριστὸς γὰρ κατῆλθε συντρίβων,
καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτὴρ τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια
σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν
Ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο,
πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς
Προφήταις χαίρουσα ψάλλει σοι,
ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν
Θεῷ, τῷ καταλύσαντι νῦν θανάτου
τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ·
Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΘ’ τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ἁγίου προφήτου Ἀβδιού.
Στίχοι
Ἔφησεν ἂν τι μέλλον Ἀβδιοὺ
πάλιν,
Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι
τάχα.
Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ
ἐξεπέρησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Βαρλαάμ.
Στίχοι
Σὺν λιβανωτῷ, Βαρλαάμ, τὸ πῦρ
φέρων,
Εὔοσμος ὤφθης λιβανωτὸς
Κυρίῳ.

Σὺν λιβανωτῷ, Βαρλαάμ, τὸ πῦρ φέρων,
Εὔοσμος ὤφθης λιβανωτὸς Κυρίῳ.

Ο Μέγας Βασίλειος και ο Ιερός Χρυσόστομος, θεώρησαν χρέος τους να ασχοληθούν στο δίκαιο εγκώμιο του Ιερού αυτού αθλητή της πίστης. Παρά τα βαθιά γεράματα του, όταν τον έφεραν μπροστά στον έπαρχο Αντιοχείας (304 μ.Χ.), τον αντιμετώπισε με θαυμαστή ευψυχία. Έτσι τον μαστίγωσαν με νεύρα βοδιού και του ξερίζωσαν τα νύχια. Επειδή όμως δεν υποχωρούσε άναψαν κάρβουνα και ετοιμάστηκαν να βάλουν τα χέρια του επάνω σ’ αυτά. Αλλά εκείνος τους πρόλαβε. Βάδισε μόνος του και έβαλε το δεξί του χέρι στη φωτιά. Και ενώ καίγονταν οι σάρκες και τα κόκαλά του, ο γέροντας Βαρλαάμ, υμνούσε και ευλογούσε τον Κύριο. Μετά από λίγο παρέδιδε και την τελευταία του πνοή, αλλά κράτησε και αμετακίνητη την πίστη του.

Η Σύναξή του τελείται στη μονή του που βρίσκεται κοντά στο Πανάρετο.

Λιπούσα Γυνή Aκυλίνον Θυγάτηρ,
Tον Xριστόν εύρον νυμφίον διά ξίφους.

Οι Αγίες αυτές, ήταν σύζυγος και κόρη του έπαρχου Ακυλίνου, που πίστεψαν στον Χριστό δια του Αγίου Αζή (βλέπε ίδια ημέρα) και μαρτύρησαν δια ξίφους.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ.
Στίχοι
Διψητικὴ τις ὡς ἔλαφος εἰς ὕδωρ,
Ἄζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ
ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν
πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται.
Στίχοι
Τετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας,
Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
δώδεκα στρατιῶται ξίφει τελειοῦνται.
Στίχοι
«Στρατεύομαί σοι σήμερον διὰ
ξίφους»,
Τῷ Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἀγαπίου.
Στίχοι
Κἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις,
τὴν πίστιν ἀσάλευτός εἰμὶ σοι,
Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ἡλιοδώρου, τοῦ
ἐν Μαγιδῷ τῆς Παμφυλίας.
Στίχοι
Ἡλιόδωρος Χριστὸν Ἥλιον
βλέπων,
Ἀνώτερος πέφηνε βασάνων
σκότους.
Εύρεση των Ιερών Λειψάνων του Οσίου Αδριανού του Ιερομάρτυρα. Η εύρεση των Ιερών Λειψλανων του Οσίου Αδριανού του Ιερομάρτυρα έγινε στις 19 Νοεμβρίου του 1625 μ.Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων Ἀνθίμου, Θαλλελαίου, Χριστοφόρου, Εὐφημίας καὶ
τῶν τέκνων αὐτῶν, καὶ τοῦ Ἁγίου
Παγχαρίου.

Ο Αγιος Φιλάρετος Πατριάρχης Μόσχας (1782 – 1867)
Ιερά Λείψανα:Τα Λείψανα του Αγίου βρίσκονται στη Λαύρα Αγίας Τριάδος – Αγ. Σεργίου Μόσχας.

Ο Άγιος Σίμων. Η μνήμη του υπάρχει στον Παρισινό Κώδικα 1621 (13ος αιώνας μ.Χ.).

Ο Σ. Ευστρατιάδης γράφει για τον Άγιο Σίμων (Αγιολόγιο Σ. Ευστρατιάδη, σελ. 425):

«Οὗτος ἦν ἐκ Καλαβρίας μοναχὸς μονῆς μεγάλης καὶ θαυμαστῆς· ὅτε ποτὲ ἐστάλησαν εἰς διακονίαν μοναχοί τινες ἐκ τῆς μονῆς παρὰ τὴν θάλασσαν συνελήφθησαν ὑπὸ πειρατῶν Τούρκων καὶ ὡδηγήθησαν εἰς τὴν Ἀφρικήν· πρὸς ἐξαγορὰν τῶν αἰχμαλώτων ἀδελφῶν ἐλθὼν οὗτος καὶ εὑρὼν αὐτοὺς διηρώτα ἐν συγκινήσει τὰ κατ᾿ αὐτούς, ὅτε πλησιάσας Ἀγαρηνὸς ἐξέτεινε τὴν χεῖρα αὐτοῦ νὰ ῥαπίση τὸν ὅσιον, ἀλλ᾿ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ· τὸ αὐτὸ ἐπανελήφθη καὶ εἰς τὸν δεύτερον ἐλθόντα, ὅτε οἱ ἄλλοι οἱ μετ᾿ αὐτοῦ ἀπήγαγαν αὐτὸν εἰς τὸν ἄρχοντα τοῦ τόπου καὶ διηγήθησαν τὰ διατρέξαντα· ἐκ τούτων ὁ ἄρχων κατεπλάγη καὶ παρεκάλεσε τὸν ὅσιον δι᾿ εὐχῆς ν᾿ ἀποκαταστήσῃ τὰς ἐξηραμένας τῶν στρατιωτῶν χεῖρας· καὶ τούτου γενομένου, διέταξε νὰ μεταφέρωσιν ἐν τιμῇ τοὺς αἰχμαλώτους μοναχοὺς εἰς τὸν τόπον αὐτῶν. Κατὰ δὲ τὸ ταξίδιον, ἀπολιπόντος τοῦ ὕδατος διὰ προσευχῆς τὸ τῆς θαλάσσης ὕδωρ μετέβαλεν εἰς γλυκύτητα ὅπερ ἐκίνησεν εἰς θαυμασμὸν τοὺς ἀπίστους· ἐγένετο αὐτουργὸς καὶ ἄλλων θαυμάτων καὶ ἐκοιμήθη ἐν εἰρήνῃ».

Οσιος Βαρλαάμ Ηγούμενος Του Σπηλαίου (; – 1065)
Ιερά Λείψανα:Το Λείψανο του Οσίου βρίσκεται αδιάφθορο στη Λαύρα των Σπηλαίων του Κιέβου.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν..
ΚΑΤΑΒΑΣΙΑΙ
Ἀνοίξω τὸ στόμα μου…
Ὠδὴ α΄. Ἦχος δ΄.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον
ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί· καὶ
ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
Ὠδὴ γ
΄.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν
στερέωσον·, κἂν τῇ σεπτῇ Εἰσόδῳ
Σου, στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ΄.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
Σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ
δυνάμει Σου Κύριε.
Ὠδὴ ε
΄.
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες, ἐν τῷ
ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος
ναός, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν
βραβεύουσα.
Ὠδὴ ς
΄.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες Ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας
κροτήσωμεν, τὸν ἐξ Αὐτῆς τεχθέντα,
Θεὸν δοξάζοντες.
Ὠδὴ ζ΄.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ
θεόφρονες, παρὰ τὸν κτίσαντα· ἀλλὰ
πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η
΄.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ
φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά
μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν
Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ
γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με
πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα
ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα
αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις
αὐτόν.
Τὴν Τιμιωτέραν…
ΟΡΘΡΟΣ ΚΔ΄ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ ΒΑΡΥΣ ΕΩΘ. Β΄
Στίχ. Ἐποίησε κράτος ἐν
βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ
θρόνων καὶ ὕψωσε ταπεινούς,
πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ
πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τὴν Τιμιωτέραν…
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας
ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι
αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία ᾨδὴ θ΄.
Ἅπας γηγενής, σκιρτάτω τῷ
πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε..
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β’.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν
καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν
ποδῶν αὐτοῦ.
Ὅτι ἅγιος ἐστι.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β’,
Ἦχος β΄,
Τοῖς μαθηταίς συνέλθωμεν.»
Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον· εἶδον γὰρ Νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ, καὶ αὐτὸς ταύταις
ἔφη· Ἰδοὺ Χριστὸς ἐγήγερται,
εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας, ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς
προεῖπε τοῖς φίλοις.
Θεοτοκίον.
Ἄγγελος μὲν ἐκόμισε, τῇ Παρθένῳ τό, Χαῖρε, πρὸ σῆς Χριστὲ
συλλήψεως, Ἄγγελος δὲ τὸν λίθον,
ἐκύλισέ σου τοῦ τάφου· ἀντὶ λύπης
ὁ μὲν γάρ, χαρᾶς ἀφράστου σύμβολα, ὁ δὲ ἀντὶ θανάτου, σὲ χορηγόν, τῆς ζωῆς κηρύττων καὶ μεγαλύνων, καὶ λέγων τὴν Ἀνάστασιν,
Γυναιξὶ καὶ τοῖς Μύσταις.
ΑΙΝΟΙ. Ἦχος Βαρὺς.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ
Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ
δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Στιχηρὰ Ἀναστάσιμα δ΄.
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς
κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται
πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά· εὐαγγελίζου γῆ χαρὰν μεγάλην· αἰνεῖτε
οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς
Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον,
Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Χριστοῦ τὴν ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς
γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν
ἡμῶν· ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν ἀνάστασιν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ,
περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν; δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις·
διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ
Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· πρὸς τοὺς ἀχαρίστους
ὁ εὐεργέτης· πρὸς τοὺς αἰχμαλώτους ὁ ἐλευθερωτής· πρὸς τοὺς ἐν
σκότει καθημένους, ὁ Ἥλιος τῆς
δικαιοσύνης· ἐπὶ τὸν Σταυρὸν ὁ
ἀπαθής· ἐπὶ τὸν ᾅδην τὸ φῶς· ἐπὶ
τὸν θάνατον ἡ ζωή· ἡ ἀνάστασις
διὰ τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· Ὁ Θεὸς ἡμῶν δόξα σοι.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ
καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ
Πύλας ᾅδου συνέτριψας Κύριε,
καὶ θανάτου τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου· καὶ
συνήγειρας νεκρούς, τοὺς ἀπ᾿
αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ
θείᾳ καὶ ἐνδόξῳ ἀναστάσει σου, ὡς
Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς
παντοδύναμος.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ εὐφρανθῶμεν ἐν τῇ ἀναστάσει αὐτοῦ· ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν τοῦ ᾅδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσατο τῷ κόσμῳ ὡς
Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα
ἔλεος.
Ἀνάστηθι, Κύριε, ὁ Θεός μου,
ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ
τῶν πενήτων σου εἰς τέλος.
Ἐξαστράπτων Ἄγγελος, ἐν τῷ
λίθῳ ἐκάθητο τοῦ ζωοδόχου μνήματος, καὶ γυναιξὶ Μυροφόροις,
εὐηγγελίζετο λέγων· Ἀνέστη ὁ Κύριος, καθὼς προεῖπεν ὑμῖν· ἀπαγγείλατε τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι
προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν·
τῷ δὲ κόσμῳ παρέχει, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν
ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα
τὰ θαυμάσιά σου.
Τί ἀπεδοκιμάσατε τὸν λίθον τὸν
ἀκρογωνιαῖον, ὦ παράνομοι Ἰουδαῖοι; οὗτός ἐστιν ὁ λίθος, ὃν ἔθετο
ὁ Θεὸς ἐν Σιών, ὁ ἐκ πέτρας πηγάσας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ ἡμῖν
ἀναβλύζων ἐκ τῆς πλευρᾶς αὐτοῦ
ἀθανασίαν· οὗτός ἐστιν ὁ λίθος, ὁ
ἐξ ὄρους παρθενικοῦ ἀποτμηθείς,
ἄνευ θελήματος ἀνδρός, ὁ Υἱὸς τοῦ
ἀνθρώπου, ὁ ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, πρὸς τὸν Παλαιὸν τῶν ἡμερῶν, καθὼς εἶπε Δανιήλ· καὶ αἰώνιος αὐτοῦ ἡ Βασιλεία.
Ἕτερα Στιχηρὰ Ἀνατολικὰ.
19-11-2023 ΟΡΘΡΟΣ ΚΔ΄ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ ΒΑΡΥΣ ΕΩΘ. Β΄
12
ΕΩΘΙΝΟΝ Β’
Ἦχος β’
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω
Πνεύματι.
Μετὰ μύρων προσελθούσαις,
ταῖς περὶ Μαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς
ψυχῆς. Ἠγέρθη γὰρ φήσιν, Ἰησοῦς
ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν
δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην
καὶ Κύριον.
Καὶ νῦν… ἦχος β΄
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ
ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον Βαρὺν.
Δόξα σοι τῷ δείξαντι τὸ φῶς.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς
εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε,
προσκυνοῦμέν σε, δοξολογοῦμέν
σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν
μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ,
Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον
Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ,
ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν
ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον
ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ
κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ
καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός,
καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ
μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς
δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω
σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς
τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ
ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι
ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν
Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς
αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’
ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με
τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με
τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με
τὰ δικαιώματά σου.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν,
ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄
Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν
μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον,
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά
σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ
φωτί σου ὀψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου τοῖς
γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον
Τροπάριον
Ἦχος πλ.δ’
Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ
τὰ δεσμὰ διαρρήξας τοῦ ᾍδου,
ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου
Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ
ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα,
καὶ δι’ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.
ἤ τὸ Ἦχος β΄
Σήμερον σωτηρία τῷ κόσμῳ
γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ
τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν·
καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ
μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α΄
Ἦχος β´.
Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν
Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ
ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου,
Σῶτερ σῶσον ἡμᾶς.
Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν
Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας
τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ
ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ
βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εὐλογεῖτε τὸν Κύριον,
πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ
τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β΄
Ἦχος β´.
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν
Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ
μου ψαλῶ τῷ Θεῷ μου ἕως
ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ
ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι
Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς
Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς
αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ
ἀναστὰς…
Στίχ. Τὸν ποιήσαντα τὸν
οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν
καὶ πάντα τὰ ἐν αὐτοῖς·
19-11-2023 ΟΡΘΡΟΣ ΚΔ΄ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ ΒΑΡΥΣ ΕΩΘ. Β΄

Print Friendly, PDF & Email
ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

Συντάκτης

0 Σχόλια

Υποβάλετε ένα Σχόλιο

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *