ΔΕΥΤΕΡΑ ΠΑΡΟΥΣΙΑ
Η ΔΕΥΤΕΡΑ ΠΑΡΟΥΣΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ Η ΚΡΙΣΗ

Ο ΜΟΝΟΣ ΠΡΑΓΜΑΤΙΚΟΣ ΒΑΣΙΛΕΑΣ ΕΙΝΑΙ Ο ΑΝΕΣΤΗΜΕΝΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ. Ο θάνατος σβήνει τα πλούτη και τις Βασιλείες.

Νεκρώσιμα (Ἰωάννου Μοναχοῦ, τοῦ Δαμασκηνοῦ) Ἦχος α´. Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἔστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ᾿ ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὃν ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.

Ἦχος β´. Ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος· πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροί, ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται πρὸς τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε, Δέσποτα, ὃν μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὸ πνεῦμα τοῦ σοῦ δούλου, Χριστέ.

Ἦχος ὁ αὐτός. Οἴμοι, οἶον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! Οἴμοι, πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! Πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει· πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διό, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τῷ μεταστάντι τὴν ἀνάπαυσιν, παρά Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος γ´. Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον· οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.

Ἦχος δ´. Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον, πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται. Διό σε ἱκετεύομεν· Τὸν μεταστάντα ἀνάπαυσον, ἐν σκηναῖς τῶν Δικαίων σου. Ζωοδότα Φιλάνθρωπε.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός. Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τὸν μεταστάντα ἐξ ἡμῶν, ἀναπαύων αὐτὸν ἐν τῇ ἀγήρῳ μακαριότητι.

Ἦχος πλ. α´. Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα καὶ εἶπον· ἆρα τίς ἐστι, βασιλεὺς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ Δικαίων τὸν δοῦλόν σου, ὡς φιλάνθρωπος.

Ἦχος πλ. β´. Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διό, Χριστέ, τὸν δοῦλόν σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Ἦχος βαρύς. Ἀνάπαυσον, Σωτὴρ ἡμῶν ζωοδότα, ὃν μετέστησας ἀδελφὸν ἡμῶν ἐκ τῶν προσκαίρων, κράζοντα δόξα σοι.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός. Κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ᾿ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων· φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν, Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν. Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω…

Ἦχος β´. Σὰν τὸ λουλούδι μαραίνεται καὶ σὰν ὄνειρο φεύγει καὶ διαλύεται κάθε ἄνθρωπος. Ὅταν (στὴν δευτέρα Παρουσία) ἠχήσει ἡ σάλπιγγα ὅλοι οἱ νεκροὶ σὰν νὰ γίνεται σεισμός, θὰ ἀναστηθοῦν ἀπὸ τὰ μνήματα γιὰ νὰ Σὲ συναντήσουν Χριστέ. Τότε Δέσποτα αὐτὸν ποὺ πῆρες ἀπὸ ἐμᾶς νὰ κατατάξεις στὶς σκηνὲς τῶν Ἁγίων Σου, ἀναπαύων ἐκεῖ τὸ πνεῦμα τοῦ δούλου Σου.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός. Ἀλίμονο πόσο ἀγώνα ἔχει ἡ ψυχὴ ὅταν παλεύει νὰ βγεῖ ἀπὸ τὸ σῶμα, πόσα δάκρυα χύνει τότε καὶ δὲν ὑπάρχει κανεὶς νὰ τὴν ἐλεήσει. Βλέπει πρὸς τοὺς Ἀγγέλους, χωρὶς ὅμως ἀνταπόκριση. Πρὸς τοὺς ἀνθρώπους τείνει τὰ χέρια χωρὶς νὰ τὴν βοηθήσει κάποιος. Γι᾿ αὐτὸ ἀγαπητοί μου ἀδελφοὶ ἀφοῦ κατανοήσουμε τὸ μικρὸ διάστημα τῆς ζωῆς μας, ἂς παρακαλέσουμε τὸν Χριστὸ νὰ χαρίσει ἀνάπαυση στὴν ψυχὴ τοῦ μεταστάντος καὶ στὶς ψυχές μας τὸ μεγάλο Του ἔλεος.

Ἦχος γ´. Ὅλα τὰ ἀνθρώπινα πράγματα εἶναι παροδικὰ καὶ δὲν ὑπάρχουν μετὰ τὸν θάνατο, οὔτε τὰ πλούτη παραμένουν, οὔτε ἡ δόξα μᾶς συνοδεύει. Διότι ὅταν ἔρχεται ὁ θάνατος ὅλα αὐτὰ θὰ ἐξαφανιστοῦν. Γι᾿ αὐτὸ ἂς φωνάξουμε στὸν ἀθάνατο βασιλιὰ καὶ Χριστό μας, αὐτὸν ποὺ πῆρε ἀπὸ ἐμᾶς ἂς ἀναπαύσει ἐκεῖ ποὺ ὑπάρχει ἡ κατοικία ὅλων αὐτῶν ποὺ γεύονται τὴν εὐφροσύνη τῆς βασιλείας Του.

Ἦχος δ´. Εἶναι πράγματι φοβερὸ τὸ μυστήριο τοῦ θανάτου, τὸ πῶς ἡ ψυχὴ βίαια χωρίζεται ἀπὸ τὴν ἁρμονική της σχέση μὲ τὸ σῶμα καὶ κόβεται ὁ φυσικός της δεσμὸς μὲ αὐτὸ μὲ τὴν ἀπόφαση τοῦ Θεοῦ. Γι᾿ αὐτὸ Σὲ παρακαλοῦμε τὸν δοτήρα τῆς ζωῆς καὶ φιλάνθρωπο ,τὸν μεταστάντα ἀνάπαυσε στὶς σκηνὲς τῶν δικαίων. Ποῦ εἶναι πλέον ἡ προσπάθεια γιὰ τὰ ὑλικά; Ποῦ εἶναι πιὰ οἱ ἰδέες γιὰ τὰ πρόσκαιρα; Ποῦ εἶναι ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ εἶναι τῶν ὑπηρετῶν τὸ πλῆθος καὶ ὁ θόρυβος; Ὅλα σκόνη, ὅλα τέφρα, ὅλα σκιά. Ἀλλὰ ἐλᾶτε νὰ φωνάξουμε στὸν ἀθάνατο Βασιλέα· Κύριε, ἀξίωσε τῶν αἰωνίων σου ἀγαθῶν τὸν ποὺ ἔφυγε ἀπὸ ἀνάμεσά μας πρὸς τὴν ἀγέραστη εὐτυχία.

Print Friendly, PDF & Email
ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ

Συντάκτης

0 Σχόλια

Υποβάλετε ένα Σχόλιο

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *